Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.197 Joseph. AJ 6.202 (English) >>Joseph. AJ 6.206

6.200 δὲμικρὸν ἄρʼ ὑμῖν, εἶπε, δοκεῖ γαμβρὸν γενέσθαι βασιλέως· ἐμοὶ δʼ οὐχὶ τοιοῦτον φαίνεται καὶ μάλιστα ὄντι ταπεινῷ καὶ δόξης καὶ τιμῆς ἀμοίρῳ.” Σαοῦλος δὲ ἀγγειλάντων αὐτῷ τῶν οἰκετῶν τὰς τοῦ Δαυίδου ἀποκρίσειςοὐ χρημάτων, ἔφη, δεῖσθαί με φράζετε αὐτῷ οὐδὲ ἔδνων, ἀπεμπολᾶν γὰρ ἔστιν οὕτως τὴν θυγατέρα μᾶλλον συνοικίζειν, γαμβροῦ δὲ ἀνδρείαν ἔχοντος καὶ τὴν ἄλλην ἀρετὴν ἅπασαν, ἣν ὁρᾶν ὑπάρχουσαν αὐτῷ. 6.201βούλεσθαι δή με παρʼ αὐτοῦ λαβεῖν ἀντὶ τοῦ γάμου τῆς θυγατρὸς οὐ χρυσὸν οὐδʼ ἄργυρον οὐδʼ ὅπως ταῦτα ἐκ τῶν τοῦ πατρὸς οἰκιῶν κομίσῃ, Παλαιστίνων δὲ τιμωρίαν καὶ κεφαλὰς αὐτῶν ἑξακοσίας. 6.202αὐτῷ τε γὰρ ἐμοὶ τούτων οὐδὲν ἂν οὔτε ποθεινότερον οὔτε λαμπρότερον οὔτε προτιμότερον δῶρον γένοιτο, τῇ τε παιδί μου πολὺ τῶν νενομισμένων ἔδνων ζηλωτότερον τὸ συνοικεῖν ἀνδρὶ τοιούτῳ καὶ μαρτυρουμένῳ τὴν τῶν πολεμίων ἧτταν. 6.203

Κομισθέντων δὲ τούτων πρὸς τὸν Δαυίδην τῶν λόγων ἡσθεὶς τὸν Σαοῦλον ἐσπουδακέναι νομίζων αὐτοῦ περὶ τὴν συγγένειαν, οὐδὲ βουλεύσασθαι περιμείνας οὐδʼ εἰ δυνατὸν δύσκολόν ἐστι τὸ προκείμενον ἔργον τῷ λογισμῷ περινοήσας ὥρμησεν εὐθὺς μετὰ τῆς ἑταιρίας ἐπὶ τοὺς πολεμίους καὶ τὴν ὑπὲρ τοῦ γάμου κατηγγελμένην πρᾶξιν καί, θεὸς γὰρ ἦν πάντα ποιῶν εὐμαρῆ καὶ δυνατὰ τῷ Δαυΐδῃ, κτείνας πολλοὺς καὶ κεφαλὰς ἑξακοσίων ἀποτεμὼν ἧκε πρὸς τὸν βασιλέα διὰ τῆς τούτων ἐπιδείξεως τὸν ἀντὶ τούτων γάμον ἀπαιτῶν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.197 Joseph. AJ 6.202 (English) >>Joseph. AJ 6.206

Powered by PhiloLogic